Add parallel Print Page Options

46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47 ὁ δὲ Ἰησοῦς [a]εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος [b]παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς· Ὃς [c]ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς [d]ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός [e]ἐστιν μέγας.

49 Ἀποκριθεὶς [f]δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα [g]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ [h]ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. 50 [i]εἶπεν δὲ πρὸς αὐτὸν [j]ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ’ [k]ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ [l]πρόσωπον [m]ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, [n]ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ [o]μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι [p]αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν [q]αὐτοῖς. 56 [r]καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

57 [s]Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου [t]ἐὰν [u]ἀπέρχῃ. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· [v]Κύριε, ἐπίτρεψόν μοι [w]ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπεν δὲ [x]αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:47 εἰδὼς WH NIV ] ἰδὼν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:47 παιδίον WH Treg NIV ] παιδίου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 *ἂν WH ] ἐὰν Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 *ἂν WH NIV ] ἐὰν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 ἐστιν WH Treg NIV ] ἔσται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 δὲ WH Treg NIV ] + ὁ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐν WH Treg NIV ] ἐπὶ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐκωλύομεν WH NIV ] ἐκωλύσαμεν Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 ὑμῶν … ὑμῶν WH Treg NIV ] ἡμῶν … ἡμῶν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 πρόσωπον WH NIV ] + αὐτοῦ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 ἐστήρισεν WH Treg NIV ] ἐστήριξεν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:52 ὡς WH NIV ] ὥστε Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 αὐτούς WH Treg NIV ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:55 αὐτοῖς WH Treg NIV ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:56 καὶ WH Treg NIV ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 Καὶ WH Treg NIV ] Ἐγένετο δὲ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 ἐὰν WH Treg NIV ] ἂν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 ἀπέρχῃ WH Treg NIV ] + κύριε RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:59 Κύριε Treg NIV RP ] – WH
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:59 ἀπελθόντι πρῶτον NIV RP ] πρῶτον ἀπελθόντι WH Treg
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:60 αὐτῷ WH Treg NIV ] + ὁ Ἰησοῦς RP